Ευχή δια τον Κορωνοιόν – Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ


Ευχή δια τον Κορωνοιόν - Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ

Ευχή δια τον Κορωνοιόν

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ.

 

Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ὁ ἀρχίατρος τῶν ψυχῶν καί τῶν σωμάτων, ὁ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, ἶνα ιάσης τό μέγα τραῦμα τόν ἄνθρωπον, ὁ μή καταφρονήσας τούς ἀνιάτως νοσήσαντας δέκα λεπρούς, ἀλλά τῆ σωστικῇ χάριτι σου καθαρίσας αὑτούς, ὁ διελθών ὡς Θεάνθρωπος τάς ἡμέρας τῆς ἐπί γῆς παρουσίας σου εὐεργετῶν καί ἰώμενος πάντας τούς ἀρρωστοῦντας καί κακῶς ἔχοντας, ὁ εὐεργετήσας καί ἀποκαταστήσας ὑγιαίνοντας, παραλυτικούς, τυφλούς, βαρέως ἡμαρτηκότας, δαιμονιῶντας καί ἐμπαθεῖς κατ᾽ ἄμφω, ἤγουν ἐν τῆ σαρκί καί τῷ νοῖ, πρόσδεξαι εὐμενῶς τήν δέησιν ἡμῶν καί φυγάδευσον τῆ δυνάμει σου, τόν φονευτήν ἰόν τόν σχῆμα κορώνας φέροντα, καί προκαλοῦντα φοβίας ἤ καί θάνατον εἰς ἀσθενεῖς καί ἀναξιοπαθοῦντας.

Καί εἰ μέν διά τάς πολλάς ἁμαρτίας ἡμῶν, ἐπέτρεψας τόν πειρασμόν τοῦτον, ἱκετεύομεν σοι ὡς ἐλεῆμον, ἶνα ἄρης αὑτόν ἀφ’ ἡμῶν καί ἀπό πάσης τῆς οἰκουμένης.

Εἰ δε διά δοκιμασίαν τῆς πίστεως ᾠκονόμησας, τήν ἐπικράτησιν αὑτοῦ, παῦσον τόν τάραχον τῶν ἀσθενῶν ἀπό τῆς ἐπιδημίας αὑτοῦ.

Εἰ δε ὑπό τῆς κακουργίας τοῦ ἀντικειμένου ἤ καί ἀμελείας τῶν ἐπιπολαίων ἀνθρώπων οὗτος διεδόθη, θραῦσον τήν ἰσχύν αὑτοῦ ὡς Θεός παντοδύναμος.

Φύλαξον τήν νεότητα, καί περιφρούρησον τούς ἀσθενήσαντας, καί τούς ἐν γήρατι ὄντας ἐκ τοῦ ἐπαράτου ἰού θεράπευσον, καί πάντας ἀπάλλαξον ἐκ τῆς συνοχῆς τῆς καρδίας, καί ἀντί ταύτης δώρησαι ἡμῖν, ὑγίειαν ἄνεσιν καί πλατισμόν, πρεσβείαις τῆς Κυρίας Θεοτόκου καί πάντων σου τῶν ἁγίων.

Ἀμήν.

 

 

 

 

 

 


Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

Διαφημιστείτε στο Lavaron

Για να μάθετε περισσότερες πληροφορίες πατήστε εδώ

Μετάβαση στο περιεχόμενο